19.466 Παρνησόνδ’ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο .
19.467 τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
19.468 γνῶ ῥ’ ἐπιμασσαμένη , πόδα δὲ προέηκε φέρεσθαι ·
19.469 ἐν δὲ λέβητι πέσε κνήμη , κανάχησε δὲ χαλκός ,
19.470 ἂψ δ’ ἑτέρωσ’ ἐκλίθη · τὸ δ’ ἐπὶ χθονὸς ἐξέχυθ’ ὕδωρ .
19.471 τὴν δ’ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα , τὼ δέ οἱ ὄσσε
19.472 δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
19.473 ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν ·
19.474 μάλ’ Ὀδυσσεύς ἐσσι , φίλον τέκος · οὐδέ σ’ ἐγώ γε
19.475 πρὶν ἔγνων , πρὶν πάντα ἄνακτ’ ἐμὸν ἀμφαφάασθαι .
19.476 καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι ,
19.477 πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα .
19.478 δ’ οὔτ’ ἀθρῆσαι δύνατ’ ἀντίη οὔτε νοῆσαι ·
19.479 τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν · αὐτὰρ Ὀδυσσεὺς
19.480 χεῖρ’ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι ,
19.481 τῇ δ’ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε .
19.482 μαῖα , τίη μ’ ἐθέλεις ὀλέσαι ; σὺ δέ μ’ ἔτρεφες αὐτὴ
19.483 τῷ σῷ ἐπὶ μαζῷ · νῦν δ’ ἄλγεα πολλὰ μογήσας
19.484 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν .
19.485 ἀλλ’ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ ,
19.486 σίγα , μή τίς τ’ ἄλλος ἐνὶ μεγάροισι πύθηται .
19.487 ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται ·
19.488 εἴ χ’ ὑπ’ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς ,
19.489 οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι , ὁππότ’ ἂν ἄλλας
19.490 δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας .
19.491 τὸν δ’ αὖτε προσέειπε περίφρων Εὐρύκλεια ·
19.492 τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
19.493 οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ’ ἐπιεικτόν ,