19.406 γαμβρὸς ἐμὸς θυγάτηρ τε , τίθεσθ’ ὄνομ’ ὅττι κεν εἴπω ·
19.407 πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ’ ἱκάνω ,
19.408 ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν ·
19.409 τῷ δ’ Ὀδυσεὺς ὄνομ’ ἔστω ἐπώνυμον · αὐτὰρ ἐγώ γε ,
19.410 ὁππότ’ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
19.411 ἔλθῃ Παρνησόνδ’ , ὅθι πού μοι κτήματ’ ἔασι ,
19.412 τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ’ ἀποπέμψω .
19.413 τῶν ἕνεκ’ ἦλθ’ Ὀδυσεύς , ἵνα οἱ πόροι ἀγλαὰ δῶρα .
19.414 τὸν μὲν ἄρ’ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
19.415 χερσίν τ’ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι ·
19.416 μήτηρ δ’ Ἀμφιθέη μητρὸς περιφῦσ’ Ὀδυσῆϊ
19.417 κύσσ’ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά .
19.418 Αὐτόλυκος δ’ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
19.419 δεῖπνον ἐφοπλίσσαι · τοὶ δ’ ὀτρύνοντος ἄκουσαν ,
19.420 αὐτίκα δ’ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον ·
19.421 τὸν δέρον ἀμφί θ’ ἕπον , καί μιν διέχευαν ἅπαντα ,
19.422 μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν ,
19.423 ὤπτησάν τε περιφραδέως , δάσσαντό τε μοίρας .
19.424 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
19.425 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης ·
19.426 ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν ,
19.427 δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο .
19.428 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
19.429 βάν ῥ’ ἴμεν ἐς θήρην , ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
19.430 υἱέες Αὐτολύκου · μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
19.431 ἤϊεν · αἰπὺ δ’ ὄρος προσέβαν καταειμένον ὕλῃ
19.432 Παρνησοῦ , τάχα δ’ ἵκανον πτύχας ἠνεμοέσσας .
19.433 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
19.434 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο ,
19.435 οἱ δ’ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες · πρὸ δ’ ἄρ’ αὐτῶν