17.408 καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι .
17.409 ὣς ἄρ’ ἔφη , καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
17.410 κείμενον , ῥ’ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων ·
17.411 οἱ δ’ ἄλλοι πάντες δίδοσαν , πλῆσαν δ’ ἄρα πήρην
17.412 σίτου καὶ κρειῶν · τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
17.413 αὖτις ἐπ’ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν ·
17.414 στῆ δὲ παρ’ Ἀντίνοον , καί μιν πρὸς μῦθον ἔειπε ·
17.415 δός , φίλος · οὐ μέν μοι δοκέεις κάκιστος Ἀχαιῶν
17.416 ἔμμεναι , ἀλλ’ ὤριστος , ἐπεὶ βασιλῆϊ ἔοικας .
17.417 τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
17.418 σίτου · ἐγὼ δέ κέ σε κλείω κατ’ ἀπείρονα γαῖαν .
17.419 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
17.420 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ ,
17.421 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι ·
17.422 ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
17.423 οἷσίν τ’ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται .
17.424 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων ἤθελε γάρ που
17.425 ὅς μ’ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
17.426 Αἴγυπτόνδ’ ἰέναι , δολιχὴν ὁδόν , ὄφρ’ ἀπολοίμην .
17.427 στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας .
17.428 ἔνθ’ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
17.429 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι ,
17.430 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι .
17.431 οἱ δ’ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ ,
17.432 αἶψα μάλ’ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
17.433 πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα ,
17.434 αὐτούς τ’ ἔκτεινον · τάχα δ’ ἐς πόλιν ἵκετ’ ἀϋτή .
17.435 οἱ δὲ βοῆς ἀΐοντες ἅμ’ ἠοῖ φαινομένηφιν