16.376 ἀλλ’ ἄγετε , πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
16.377 εἰς ἀγορήν οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω ,
16.378 ἀλλ’ ἀπομηνίσει , ἐρέει δ’ ἐν πᾶσιν ἀναστὰς
16.379 οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ’ ἐκίχημεν ·
16.380 οἱ δ’ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα ·
16.381 μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
16.382 γαίης ἡμετέρης , ἄλλων δ’ ἀφικώμεθα δῆμον ·
16.383 ἀλλὰ φθέωμεν ἑλόντες ἐπ’ ἀγροῦ νόσφι πόληος
16.384 ἐν ὁδῷ · βίοτον δ’ αὐτοὶ καὶ κτήματ’ ἔχωμεν ,
16.385 δασσάμενοι κατὰ μοῖραν ἐφ’ ἡμέας , οἰκία δ’ αὖτε
16.386 κείνου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅστις ὀπυίοι .
16.387 εἰ δ’ ὑμῖν ὅδε μῦθος ἀφανδάνει , ἀλλὰ βόλεσθε
16.388 αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα ,
16.389 μή οἱ χρήματ’ ἔπειτα ἅλις θυμηδέ’ ἔδωμεν
16.390 ἐνθάδ’ ἀγειρόμενοι , ἀλλ’ ἐκ μεγάροιο ἕκαστος
16.391 μνάσθω ἐέδνοισιν διζήμενος · δέ κ’ ἔπειτα
16.392 γήμαιθ’ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι .
16.393 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
16.394 τοῖσιν δ’ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε ,
16.395 Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος ,
16.396 ὅς ῥ’ ἐκ Δουλιχίου πολυπύρου , ποιήεντος ,
16.397 ἡγεῖτο μνηστῆρσι , μάλιστα δὲ Πηνελοπείῃ
16.398 ἥνδανε μύθοισι · φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν ·
16.399 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
16.400 φίλοι , οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
16.401 Τηλέμαχον · δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
16.402 κτείνειν · ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς .
16.403 εἰ μέν κ’ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες ,
16.404 αὐτός τε κτενέω τούς τ’ ἄλλους πάντας ἀνώξω ·
16.405 εἰ δέ κ’ ἀποτρωπῶσι θεοί , παύσασθαι ἄνωγα .