15.412 ἔνθα δύω πόλιες , δίχα δέ σφισι πάντα δέδασται ·
15.413 τῇσιν δ’ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε ,
15.414 Κτήσιος Ὀρμενίδης , ἐπιείκελος ἀθανάτοισιν .
15.415 ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες ,
15.416 τρῶκται , μυρί’ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ .
15.417 ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ’ ἐνὶ οἴκῳ ,
15.418 καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα ·
15.419 τὴν δ’ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον .
15.420 πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
15.421 εὐνῇ καὶ φιλότητι , τά τε φρένας ἠπεροπεύει
15.422 θηλυτέρῃσι γυναιξί , καὶ κ’ εὐεργὸς ἔῃσιν .
15.423 εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι ·
15.424 δὲ μάλ’ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ ·
15.425 ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι ,
15.426 κούρη δ’ εἴμ’ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο ·
15.427 ἀλλά μ’ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
15.428 ἀγρόθεν ἐρχομένην , πέρασαν δέ τε δεῦρ’ ἀγαγόντες
15.429 τοῦδ’ ἀνδρὸς πρὸς δώμαθ’ · δ’ ἄξιον ὦνον ἔδωκε .
15.430 τὴν δ’ αὖτε προσέειπεν ἀνήρ , ὃς ἐμίσγετο λάθρη ·
15.431 ῥά κε νῦν πάλιν αὖτις ἅμ’ ἡμῖν οἴκαδ’ ἕποιο ,
15.432 ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
15.433 αὐτούς τ’ ; γὰρ ἔτ’ εἰσὶ καὶ ἀφνειοὶ καλέονται .
15.434 τὸν δ’ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ ·
15.435 εἴη κεν καὶ τοῦτ’ , εἴ μοι ἐθέλοιτέ γε , ναῦται ,
15.436 ὅρκῳ πιστωθῆναι ἀπήμονά μ’ οἴκαδ’ ἀπάξειν .
15.437 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν .
15.438 αὐτὰρ ἐπεί ῥ’ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον ,
15.439 τοῖς δ’ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ ·
15.440 σιγῇ νῦν , μή τίς με προσαυδάτω ἐπέεσσιν