15.354 θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν ·
15.355 ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
15.356 κουριδίης τ’ ἀλόχοιο δαΐφρονος , μάλιστα
15.357 ἤκαχ’ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν .
15.358 δ’ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο ,
15.359 λευγαλέῳ θανάτῳ , ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
15.360 ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι .
15.361 ὄφρα μὲν οὖν δὴ κείνη ἔην , ἀχέουσά περ ἔμπης ,
15.362 τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι ,
15.363 οὕνεκά μ’ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ ,
15.364 θυγατέρ’ ἰφθίμῃ , τὴν ὁπλοτάτην τέκε παίδων ·
15.365 τῇ ὁμοῦ ἐτρεφόμην , ὀλίγον δέ τί μ’ ἧσσον ἐτίμα .
15.366 αὐτὰρ ἐπεί ῥ’ ἥβην πολυήρατον ἱκόμεθ’ ἄμφω ,
15.367 τὴν μὲν ἔπειτα Σάμηνδ’ ἔδοσαν καὶ μυρί’ ἕλοντο ,
15.368 αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ’ ἐκείνη
15.369 καλὰ μάλ’ ἀμφιέσασα , ποσὶν δ’ ὑποδήματα δοῦσα
15.370 ἀγρόνδε προΐαλλε · φίλει δέ με κηρόθι μᾶλλον .
15.371 νῦν δ’ ἤδη τούτων ἐπιδεύομαι · ἀλλά μοι αὐτῷ
15.372 ἔργον ἀέξουσιν μάκαρες θεοὶ ἐπιμίμνω ·
15.373 τῶν ἔφαγόν τ’ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα .
15.374 ἐκ δ’ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
15.375 οὔτ’ ἔπος οὔτε τι ἔργον , ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ ,
15.376 ἄνδρες ὑπερφίαλοι · μέγα δὲ δμῶες χατέουσιν
15.377 ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
15.378 καὶ φαγέμεν πιέμεν τε , ἔπειτα δὲ καί τι φέρεσθαι
15.379 ἀγρόνδ’ , οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει .
15.380 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
15.381 πόποι , ὡς ἄρα τυτθὸς ἐών , Εὔμαιε συβῶτα ,
15.382 πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων .