14.381 ἦλθεν ἐμὰ πρὸς δώματ’ · ἐγὼ δέ μιν ἀμφαγάπαζον .
14.382 φῆ δέ μιν ἐν Κρήτεσσι παρ’ Ἰδομενῆϊ ἰδέσθαι
14.383 νῆας ἀκειόμενον , τάς οἱ ξυνέαξαν ἄελλαι ·
14.384 καὶ φάτ’ ἐλεύσεσθαι ἐς θέρος ἐς ὀπώρην ,
14.385 πολλὰ χρήματ’ ἄγοντα , σὺν ἀντιθέοις ἑτάροισι .
14.386 καὶ σύ , γέρον πολυπενθές , ἐπεί σέ μοι ἤγαγε δαίμων ,
14.387 μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε ·
14.388 οὐ γὰρ τοὔνεκ’ ἐγώ σ’ αἰδέσσομαι οὐδὲ φιλήσω ,
14.389 ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ’ ἐλεαίρων .
14.390 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
14.391 μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος ,
14.392 οἷόν σ’ οὐδ’ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω .
14.393 ἀλλ’ ἄγε νῦν ῥήτρην ποιησόμεθ’ · αὐτὰρ ὄπισθε
14.394 μάρτυροι ἀμφοτέροισι θεοί , τοὶ Ὄλυμπον ἔχουσιν .
14.395 εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα ,
14.396 ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
14.397 Δουλίχιόνδ’ ἰέναι , ὅθι μοι φίλον ἔπλετο θυμῷ ·
14.398 εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω ,
14.399 δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης ,
14.400 ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν .
14.401 τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός ·
14.402 ξεῖν’ , οὕτω γάρ κέν μοι ἐϋκλείη τ’ ἀρετή τε
14.403 εἴη ἐπ’ ἀνθρώπους ἅμα τ’ αὐτίκα καὶ μετέπειτα ,
14.404 ὅς σ’ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα ,
14.405 αὖτις δὲ κτείναιμι φίλον τ’ ἀπὸ θυμὸν ἑλοίμην ·
14.406 πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην .
14.407 νῦν δ’ ὥρη δόρποιο · τάχιστά μοι ἔνδον ἑταῖροι
14.408 εἶεν , ἵν’ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον .