14.33 ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
14.34 ἔσσυτ’ ἀνὰ πρόθυρον , σκῦτος δέ οἱ ἔκπεσε χειρός .
14.35 τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
14.36 πυκνῇσιν λιθάδεσσιν · δὲ προσέειπεν ἄνακτα ·
14.37 γέρον , ὀλίγου σε κύνες διεδηλήσαντο
14.38 ἐξαπίνης , καί κέν μοι ἐλεγχείην κατέχευας .
14.39 καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε ·
14.40 ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
14.41 ἧμαι , ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
14.42 ἔδμεναι · αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
14.43 πλάζετ’ ἐπ’ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε ,
14.44 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
14.45 ἀλλ’ ἕπεο , κλισίηνδ’ ἴομεν , γέρον , ὄφρα καὶ αὐτός ,
14.46 σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν ,
14.47 εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε’ ἀνέτλης .
14.48 ὣς εἰπὼν κλισίηνδ’ ἡγήσατο δῖος ὑφορβός ,
14.49 εἷσεν δ’ εἰσαγαγών , ῥῶπας δ’ ὑπέχευε δασείας ,
14.50 ἐστόρεσεν δ’ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός ,
14.51 αὐτοῦ ἐνεύναιον , μέγα καὶ δασύ . χαῖρε δ’ Ὀδυσσεὺς
14.52 ὅττι μιν ὣς ὑπέδεκτο , ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
14.53 Ζεύς τοι δοίη , ξεῖνε , καὶ ἀθάνατοι θεοὶ ἄλλοι
14.54 ὅττι μάλιστ’ ἐθέλεις , ὅτι με πρόφρων ὑπέδεξο .
14.55 τὸν δ’ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
14.56 ξεῖν’ , οὔ μοι θέμις ἔστ’ , οὐδ’ εἰ κακίων σέθεν ἔλθοι ,
14.57 ξεῖνον ἀτιμῆσαι · πρὸς γὰρ Διός εἰσιν ἅπαντες
14.58 ξεῖνοί τε πτωχοί τε · δόσις δ’ ὀλίγη τε φίλη τε
14.59 γίγνεται ἡμετέρη · γὰρ δμώων δίκη ἐστὶν
14.60 αἰεὶ δειδιότων , ὅτ’ ἐπικρατέωσιν ἄνακτες