13.294 οὐδ’ ἐν σῇ περ ἐὼν γαίῃ , λήξειν ἀπατάων
13.295 μύθων τε κλοπίων , οἵ τοι πεδόθεν φίλοι εἰσίν .
13.296 ἀλλ’ ἄγε , μηκέτι ταῦτα λεγώμεθα , εἰδότες ἄμφω
13.297 κέρδε’ , ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ’ ἄριστος ἁπάντων
13.298 βουλῇ καὶ μύθοισιν , ἐγὼ δ’ ἐν πᾶσι θεοῖσι
13.299 μήτι τε κλέομαι καὶ κέρδεσιν · οὐδὲ σύ γ’ ἔγνως
13.300 Παλλάδ’ Ἀθηναίην , κούρην Διός , τέ τοι αἰεὶ
13.301 ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω ,
13.302 καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα ,
13.303 νῦν αὖ δεῦρ’ ἱκόμην , ἵνα τοι σὺν μῆτιν ὑφήνω
13.304 χρήματά τε κρύψω , ὅσα τοι Φαίηκες ἀγαυοὶ
13.305 ὤπασαν οἴκαδ’ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε ,
13.306 εἴπω θ’ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
13.307 κήδε’ ἀνασχέσθαι · σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ ,
13.308 μηδέ τῳ ἐκφάσθαι μήτ’ ἀνδρῶν μήτε γυναικῶν ,
13.309 πάντων , οὕνεκ’ ἄρ’ ἦλθες ἀλώμενος , ἀλλὰ σιωπῇ
13.310 πάσχειν ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν .
13.311 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
13.312 ἀργαλέον σε , θεά , γνῶναι βροτῷ ἀντιάσαντι ,
13.313 καὶ μάλ’ ἐπισταμένῳ · σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις .
13.314 τοῦτο δ’ ἐγὼν εὖ οἶδ’ , ὅτι μοι πάρος ἠπίη ἦσθα ,
13.315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν .
13.316 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν ,
13.317 βῆμεν δ’ ἐν νήεσσι , θεὸς δ’ ἐκέδασσεν Ἀχαιούς ,
13.318 οὔ σέ γ’ ἔπειτα ἴδον , κούρη Διός , οὐδ’ ἐνόησα
13.319 νηὸς ἐμῆς ἐπιβᾶσαν , ὅπως τί μοι ἄλγος ἀλάλκοις .
13.320 ἀλλ’ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
13.321 ἠλώμην , ἧός με θεοὶ κακότητος ἔλυσαν ·