12.233 πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην .
12.234 ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες ·
12.235 ἔνθεν μὲν Σκύλλη , ἑτέρωθι δὲ δῖα Χάρυβδις
12.236 δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ .
12.237 τοι ὅτ’ ἐξεμέσειε , λέβης ὣς ἐν πυρὶ πολλῷ
12.238 πᾶσ’ ἀναμορμύρεσκε κυκωμένη , ὑψόσε δ’ ἄχνη
12.239 ἄκροισι σκοπέλοισιν ἐπ’ ἀμφοτέροισιν ἔπιπτεν ·
12.240 ἀλλ’ ὅτ’ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ ,
12.241 πᾶσ’ ἔντοσθε φάνεσκε κυκωμένη , ἀμφὶ δὲ πέτρη
12.242 δεινὸν ἐβεβρύχει , ὑπένερθε δὲ γαῖα φάνεσκε
12.243 ψάμμῳ κυανέη · τοὺς δὲ χλωρὸν δέος ᾕρει .
12.244 ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον ·
12.245 τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
12.246 ἓξ ἕλεθ’ , οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν .
12.247 σκεψάμενος δ’ ἐς νῆα θοὴν ἅμα καὶ μεθ’ ἑταίρους
12.248 ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
12.249 ὑψόσ’ ἀειρομένων · ἐμὲ δὲ φθέγγοντο καλεῦντες
12.250 ἐξονομακλήδην , τότε γ’ ὕστατον , ἀχνύμενοι κῆρ .
12.251 ὡς δ’ ὅτ’ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
12.252 ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
12.253 ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο ,
12.254 ἀσπαίροντα δ’ ἔπειτα λαβὼν ἔρριψε θύραζε ,
12.255 ὣς οἵ γ’ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας ·
12.256 αὐτοῦ δ’ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
12.257 χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι ·
12.258 οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
12.259 πάντων , ὅσσ’ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων .
12.260 αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
12.261 Σκύλλην τ’ , αὐτίκ’ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
12.262 ἱκόμεθ’ · ἔνθα δ’ ἔσαν καλαὶ βόες εὐρυμέτωποι ,
12.263 πολλὰ δὲ ἴφια μῆλ’ Ὑπερίονος Ἠελίοιο .
12.264 δὴ τότ’ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
12.265 μυκηθμοῦ τ’ ἤκουσα βοῶν αὐλιζομενάων