11.623 καί ποτέ μ’ ἐνθάδ’ ἔπεμψε κύν’ ἄξοντ’ · οὐ γὰρ ἔτ’ ἄλλον
11.624 φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον ·
11.625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο ·
11.626 Ἑρμείας δέ μ’ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη .
11.627 ὣς εἰπὼν μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω ,
11.628 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , εἴ τις ἔτ’ ἔλθοι
11.629 ἀνδρῶν ἡρώων , οἳ δὴ τὸ πρόσθεν ὄλοντο .
11.630 καί νύ κ’ ἔτι προτέρους ἴδον ἀνέρας , οὓς ἔθελόν περ ,
11.631 Θησέα Πειρίθοόν τε , θεῶν ἐρικυδέα τέκνα ·
11.632 ἀλλὰ πρὶν ἐπὶ ἔθνε’ ἀγείρετο μυρία νεκρῶν
11.633 ἠχῇ θεσπεσίῃ · ἐμὲ δὲ χλωρὸν δέος ᾕρει ,
11.634 μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
11.635 ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια .
11.636 αὐτίκ’ ἔπειτ’ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
11.637 αὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι .
11.638 οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον .
11.639 τὴν δὲ κατ’ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο ,
11.640 πρῶτα μὲν εἰρεσίῃ , μετέπειτα δὲ κάλλιμος οὖρος .