11.500 πέφνον λαὸν ἄριστον , ἀμύνων Ἀργείοισιν ·
11.501 εἰ τοιόσδ’ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ ·
11.502 τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους ,
11.503 οἳ κεῖνον βιόωνται ἐέργουσίν τ’ ἀπὸ τιμῆς .
11.504 ὣς ἔφατ’ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.505 τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι ,
11.506 αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
11.507 πᾶσαν ἀληθείην μυθήσομαι , ὥς με κελεύεις ·
11.508 αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
11.509 ἤγαγον ἐκ Σκύρου μετ’ ἐυκνήμιδας Ἀχαιούς .
11.510 τοι ὅτ’ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς ,
11.511 αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων ·
11.512 Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω .
11.513 αὐτὰρ ὅτ’ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ ,
11.514 οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ’ ἐν ὁμίλῳ ,
11.515 ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων ,
11.516 πολλοὺς δ’ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι .
11.517 πάντας δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω ,
11.518 ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν ,
11.519 ἀλλ’ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ,
11.520 ἥρω’ Εὐρύπυλον , πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
11.521 Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων .
11.522 κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον .
11.523 αὐτὰρ ὅτ’ εἰς ἵππον κατεβαίνομεν , ὃν κάμ’ Ἐπειός ,
11.524 Ἀργείων οἱ ἄριστοι , ἐμοὶ δ’ ἐπὶ πάντα τέταλτο ,
11.525 ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ’ ἐπιθεῖναι ,
11.526 ἔνθ’ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
11.527 δάκρυά τ’ ὠμόργνυντο τρέμον θ’ ὑπὸ γυῖα ἑκάστου ·
11.528 κεῖνον δ’ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
11.529 οὔτ’ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
11.530 δάκρυ ὀμορξάμενον · δέ γε μάλα πόλλ’ ἱκέτευεν