11.384 ἐν νόστῳ δ’ ἀπόλοντο κακῆς ἰότητι γυναικός .
11.385 αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ’ ἄλλυδις ἄλλῃ
11.386 ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων ,
11.387 ἦλθε δ’ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
11.388 ἀχνυμένη · περὶ δ’ ἄλλαι ἀγηγέραθ’ , ὅσσοι ἅμ’ αὐτῷ
11.389 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον .
11.390 ἔγνω δ’ αἶψ’ ἔμ’ ἐκεῖνος , ἐπεὶ πίεν αἷμα κελαινόν ·
11.391 κλαῖε δ’ γε λιγέως , θαλερὸν κατὰ δάκρυον εἴβων ,
11.392 πιτνὰς εἰς ἐμὲ χεῖρας , ὀρέξασθαι μενεαίνων ·
11.393 ἀλλ’ οὐ γάρ οἱ ἔτ’ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς ,
11.394 οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι .
11.395 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ ,
11.396 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
11.397 Ἀτρεΐδη κύδιστε , ἄναξ ἀνδρῶν Ἀγάμεμνον ,
11.398 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο ;
11.399 ἦε σέ γ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
11.400 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν ;
11.401 ἦέ σ’ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσου
11.402 βοῦς περιταμνόμενον ἠδ’ οἰῶν πώεα καλά ,
11.403 ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν ;
11.404 ὣς ἐφάμην , δέ μ’ αὐτίκ’ ἀμειβόμενος προσέειπε ·
11.405 διογενὲς Λαερτιάδη , πολυμήχαν’ Ὀδυσσεῦ ,
11.406 οὔτ’ ἐμέ γ’ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
11.407 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν ,
11.408 οὔτε μ’ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσου ,
11.409 ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
11.410 ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ , οἶκόνδε καλέσσας ,
11.411 δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ .
11.412 ὣς θάνον οἰκτίστῳ θανάτῳ · περὶ δ’ ἄλλοι ἑταῖροι
11.413 νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες ,
11.414 οἵ ῥά τ’ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο