11.327 χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα .
11.328 πάσας δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω ,
11.329 ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας ·
11.330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτ’ ἄμβροτος . ἀλλὰ καὶ ὥρη
11.331 εὕδειν , ἐπὶ νῆα θοὴν ἐλθόντ’ ἐς ἑταίρους
11.332 αὐτοῦ · πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει .
11.333 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ,
11.334 κηληθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα σκιόεντα .
11.335 τοῖσιν δ’ Ἀρήτη λευκώλενος ἤρχετο μύθων .
11.336 Φαίηκες , πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
11.337 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας ;
11.338 ξεῖνος δ’ αὖτ’ ἐμός ἐστιν , ἕκαστος δ’ ἔμμορε τιμῆς ·
11.339 τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε , μηδὲ τὰ δῶρα
11.340 οὕτω χρηίζοντι κολούετε · πολλὰ γὰρ ὑμῖν
11.341 κτήματ’ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται .
11.342 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος ,
11.343 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν ·
11.344 φίλοι , οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ’ ἀπὸ δόξης
11.345 μυθεῖται βασίλεια περίφρων · ἀλλὰ πίθεσθε .
11.346 Ἀλκινόου δ’ ἐκ τοῦδ’ ἔχεται ἔργον τε ἔπος τε .
11.347 τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
11.348 τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος , αἴ κεν ἐγώ γε
11.349 ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω ·
11.350 ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
11.351 ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον , εἰς κε πᾶσαν
11.352 δωτίνην τελέσω · πομπὴ δ’ ἄνδρεσσι μελήσει
11.353 πᾶσι , μάλιστα δ’ ἐμοί · τοῦ γὰρ κράτος ἔστ’ ἐνὶ δήμῳ .
11.354 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
11.355 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,