10.434 οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ ,
10.435 ὥς περ Κύκλωψ ἔρξ’ , ὅτε οἱ μέσσαυλον ἵκοντο
10.436 ἡμέτεροι ἕταροι , σὺν δ’ θρασὺς εἵπετ’ Ὀδυσσεύς ·
10.437 τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο .
10.438 ὣς ἔφατ’ , αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα ,
10.439 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ,
10.440 τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι ,
10.441 καὶ πηῷ περ ἐόντι μάλα σχεδόν · ἀλλά μ’ ἑταῖροι
10.442 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος ·
10.443 διογενές , τοῦτον μὲν ἐάσομεν , εἰ σὺ κελεύεις ,
10.444 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι ·
10.445 ἡμῖν δ’ ἡγεμόνευ’ ἱερὰ πρὸς δώματα Κίρκης .
10.446 ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης .
10.447 οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο ,
10.448 ἀλλ’ ἕπετ’ · ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν .
10.449 τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
10.450 ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ’ ἐλαίῳ ,
10.451 ἀμφὶ δ’ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας ·
10.452 δαινυμένους δ’ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν .
10.453 οἱ δ’ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ’ ἐσάντα ,
10.454 κλαῖον ὀδυρόμενοι , περὶ δὲ στεναχίζετο δῶμα .
10.455 δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων ·
10.456 μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε · οἶδα καὶ αὐτὴ
10.457 ἠμὲν ὅσ’ ἐν πόντῳ πάθετ’ ἄλγεα ἰχθυόεντι ,
10.458 ἠδ’ ὅσ’ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ’ ἐπὶ χέρσου .
10.460 ἀλλ’ ἄγετ’ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον ,
10.461 εἰς κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε ,
10.462 οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
10.463 τρηχείης Ἰθάκης . νῦν δ’ ἀσκελέες καὶ ἄθυμοι ,