9.442 ὀρθῶν ἑσταότων · τὸ δὲ νήπιος οὐκ ἐνόησεν ,
9.443 ὥς οἱ ὑπ’ εἰροπόκων ὀίων στέρνοισι δέδεντο .
9.444 ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
9.445 λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι .
9.446 τὸν δ’ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος ·
9.447 κριὲ πέπον , τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
9.448 ὕστατος ; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν ,
9.449 ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν’ ἄνθεα ποίης
9.450 μακρὰ βιβάς , πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις ,
9.451 πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
9.452 ἑσπέριος · νῦν αὖτε πανύστατος . σύ γ’ ἄνακτος
9.453 ὀφθαλμὸν ποθέεις , τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
9.454 σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ ,
9.455 Οὖτις , ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον .
9.456 εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
9.457 εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει ·
9.458 τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
9.459 θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ , κὰδ δέ κ’ ἐμὸν κῆρ
9.460 λωφήσειε κακῶν , τά μοι οὐτιδανὸς πόρεν Οὖτις .
9.461 ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε .
9.462 ἐλθόντες δ’ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
9.463 πρῶτος ὑπ’ ἀρνειοῦ λυόμην , ὑπέλυσα δ’ ἑταίρους .
9.464 καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα , πίονα δημῷ ,
9.465 πολλὰ περιτροπέοντες ἐλαύνομεν , ὄφρ’ ἐπὶ νῆα
9.466 ἱκόμεθ’ . ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν ,
9.467 οἳ φύγομεν θάνατον , τοὺς δὲ στενάχοντο γοῶντες .
9.468 ἀλλ’ ἐγὼ οὐκ εἴων , ἀνὰ δ’ ὀφρύσι νεῦον ἑκάστῳ ,
9.469 κλαίειν , ἀλλ’ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
9.470 πόλλ’ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ .
9.471 οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,