9.383 ὀφθαλμῷ ἐνέρεισαν · ἐγὼ δ’ ἐφύπερθεν ἐρεισθεὶς
9.384 δίνεον , ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
9.385 τρυπάνῳ , οἱ δέ τ’ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
9.386 ἁψάμενοι ἑκάτερθε , τὸ δὲ τρέχει ἐμμενὲς αἰεί .
9.387 ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
9.388 δινέομεν , τὸν δ’ αἷμα περίρρεε θερμὸν ἐόντα .
9.389 πάντα δέ οἱ βλέφαρ’ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
9.390 γλήνης καιομένης , σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι .
9.391 ὡς δ’ ὅτ’ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
9.392 εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
9.393 φαρμάσσων · τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
9.394 ὣς τοῦ σίζ’ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ .
9.395 σμερδαλέον δὲ μέγ’ ᾤμωξεν , περὶ δ’ ἴαχε πέτρη ,
9.396 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ’ · αὐτὰρ μοχλὸν
9.397 ἐξέρυσ’ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ .
9.398 τὸν μὲν ἔπειτ’ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων ,
9.399 αὐτὰρ Κύκλωπας μεγάλ’ ἤπυεν , οἵ ῥά μιν ἀμφὶς
9.400 ᾤκεον ἐν σπήεσσι δι’ ἄκριας ἠνεμοέσσας .
9.401 οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος ,
9.402 ἱστάμενοι δ’ εἴροντο περὶ σπέος ὅττι κήδοι ·
9.403 τίπτε τόσον , Πολύφημ’ , ἀρημένος ὧδ’ ἐβόησας
9.404 νύκτα δι’ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα ;
9.405 μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει ;
9.406 μή τίς σ’ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν ;
9.407 τοὺς δ’ αὖτ’ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος ·
9.408 φίλοι , Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν .
9.409 οἱ δ’ ἀπαμειβόμενοι ἔπεα πτερόεντ’ ἀγόρευον ·
9.410 εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα ,
9.411 νοῦσον γ’ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι ,