8.499 ὣς φάθ’ , δ’ ὁρμηθεὶς θεοῦ ἤρχετο , φαῖνε δ’ ἀοιδήν ,
8.500 ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
8.501 βάντες ἀπέπλειον , πῦρ ἐν κλισίῃσι βαλόντες ,
8.502 Ἀργεῖοι , τοὶ δ’ ἤδη ἀγακλυτὸν ἀμφ’ Ὀδυσῆα
8.503 ἥατ’ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ ·
8.504 αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο .
8.505 ὣς μὲν ἑστήκει , τοὶ δ’ ἄκριτα πόλλ’ ἀγόρευον
8.506 ἥμενοι ἀμφ’ αὐτόν · τρίχα δέ σφισιν ἥνδανε βουλή ,
8.507 ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ ,
8.508 κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ’ ἄκρης ,
8.509 ἐάαν μέγ’ ἄγαλμα θεῶν θελκτήριον εἶναι ,
8.510 τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν ·
8.511 αἶσα γὰρ ἦν ἀπολέσθαι , ἐπὴν πόλις ἀμφικαλύψῃ
8.512 δουράτεον μέγαν ἵππον , ὅθ’ ἥατο πάντες ἄριστοι
8.513 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες .
8.514 ἤειδεν δ’ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
8.515 ἱππόθεν ἐκχύμενοι , κοῖλον λόχον ἐκπρολιπόντες .
8.516 ἄλλον δ’ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν ,
8.517 αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
8.518 βήμεναι , ἠύτ’ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ .
8.519 κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
8.520 νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην .
8.521 ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
8.522 τήκετο , δάκρυ δ’ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς .
8.523 ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα ,
8.524 ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν ,
8.525 ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ ·
8.526 μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
8.527 ἀμφ’ αὐτῷ χυμένη λίγα κωκύει · οἱ δέ τ’ ὄπισθε
8.528 κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
8.529 εἴρερον εἰσανάγουσι , πόνον τ’ ἐχέμεν καὶ ὀιζύν ·