8.353 εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας ;
8.354 τὸν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων ·
8.355 Ἥφαιστ’ , εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
8.356 οἴχηται φεύγων , αὐτός τοι ἐγὼ τάδε τίσω .
8.357 τὸν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις ·
8.358 οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι .
8.359 ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο .
8.360 τὼ δ’ ἐπεὶ ἐκ δεσμοῖο λύθεν , κρατεροῦ περ ἐόντος ,
8.361 αὐτίκ’ ἀναΐξαντε μὲν Θρῄκηνδε βεβήκει ,
8.362 δ’ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη ,
8.363 ἐς Πάφον · ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις .
8.364 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
8.365 ἀμβρότῳ , οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας ,
8.366 ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα , θαῦμα ἰδέσθαι .
8.367 ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός · αὐτὰρ Ὀδυσσεὺς
8.368 τέρπετ’ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
8.369 Φαίηκες δολιχήρετμοι , ναυσίκλυτοι ἄνδρες .
8.370 Ἀλκίνοος δ’ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
8.371 μουνὰξ ὀρχήσασθαι , ἐπεί σφισιν οὔ τις ἔριζεν .
8.372 οἱ δ’ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο ,
8.373 πορφυρέην , τήν σφιν Πόλυβος ποίησε δαΐφρων ,
8.374 τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
8.375 ἰδνωθεὶς ὀπίσω , δ’ ἀπὸ χθονὸς ὑψόσ’ ἀερθεὶς
8.376 ῥηιδίως μεθέλεσκε , πάρος ποσὶν οὖδας ἱκέσθαι .
8.377 αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν’ ἰθὺν πειρήσαντο ,
8.378 ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
8.379 ταρφέ’ ἀμειβομένω · κοῦροι δ’ ἐπελήκεον ἄλλοι
8.380 ἑστεῶτες κατ’ ἀγῶνα , πολὺς δ’ ὑπὸ κόμπος ὀρώρει .
8.381 δὴ τότ’ ἄρ’ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς ·
8.382 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
8.383 ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους ,