8.294 οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους .
8.295 ὣς φάτο , τῇ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι .
8.296 τὼ δ’ ἐς δέμνια βάντε κατέδραθον · ἀμφὶ δὲ δεσμοὶ
8.297 τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο ,
8.298 οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ’ ἀναεῖραι .
8.299 καὶ τότε δὴ γίγνωσκον , τ’ οὐκέτι φυκτὰ πέλοντο .
8.300 ἀγχίμολον δέ σφ’ ἦλθε περικλυτὸς ἀμφιγυήεις ,
8.301 αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι ·
8.302 Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον .
8.303 βῆ δ’ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ ·
8.304 ἔστη δ’ ἐν προθύροισι , χόλος δέ μιν ἄγριος ᾕρει ·
8.305 σμερδαλέον δ’ ἐβόησε , γέγωνέ τε πᾶσι θεοῖσιν ·
8.306 Ζεῦ πάτερ ἠδ’ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
8.307 δεῦθ’ , ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε ,
8.308 ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
8.309 αἰὲν ἀτιμάζει , φιλέει δ’ ἀίδηλον Ἄρηα ,
8.310 οὕνεχ’ μὲν καλός τε καὶ ἀρτίπος , αὐτὰρ ἐγώ γε
8.311 ἠπεδανὸς γενόμην . ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος ,
8.312 ἀλλὰ τοκῆε δύω , τὼ μὴ γείνασθαι ὄφελλον .
8.313 ἀλλ’ ὄψεσθ’ , ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
8.314 εἰς ἐμὰ δέμνια βάντες , ἐγὼ δ’ ὁρόων ἀκάχημαι .
8.315 οὐ μέν σφεας ἔτ’ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
8.316 καὶ μάλα περ φιλέοντε · τάχ’ οὐκ ἐθελήσετον ἄμφω
8.317 εὕδειν · ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει ,
8.318 εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα ,
8.319 ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης ,
8.320 οὕνεκά οἱ καλὴ θυγάτηρ , ἀτὰρ οὐκ ἐχέθυμος .
8.321 ὣς ἔφαθ’ , οἱ δ’ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ ·