8.236 ξεῖν’ , ἐπεὶ οὐκ ἀχάριστα μεθ’ ἡμῖν ταῦτ’ ἀγορεύεις ,
8.237 ἀλλ’ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν , τοι ὀπηδεῖ ,
8.238 χωόμενος ὅτι σ’ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
8.239 νείκεσεν , ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο ,
8.240 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν ·
8.241 ἀλλ’ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος , ὄφρα καὶ ἄλλῳ
8.242 εἴπῃς ἡρώων , ὅτε κεν σοῖς ἐν μεγάροισι
8.243 δαινύῃ παρὰ σῇ τ’ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν ,
8.244 ἡμετέρης ἀρετῆς μεμνημένος , οἷα καὶ ἡμῖν
8.245 Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν .
8.246 οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί ,
8.247 ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι ,
8.248 αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
8.249 εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί .
8.250 ἀλλ’ ἄγε , Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι ,
8.251 παίσατε , ὥς χ’ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
8.252 οἴκαδε νοστήσας , ὅσσον περιγιγνόμεθ’ ἄλλων
8.253 ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ .
8.254 Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
8.255 οἰσέτω , που κεῖται ἐν ἡμετέροισι δόμοισιν .
8.256 ὣς ἔφατ’ Ἀλκίνοος θεοείκελος , ὦρτο δὲ κῆρυξ
8.257 οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος .
8.258 αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
8.259 δήμιοι , οἳ κατ’ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα ,
8.260 λείηναν δὲ χορόν , καλὸν δ’ εὔρυναν ἀγῶνα .
8.261 κῆρυξ δ’ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
8.262 Δημοδόκῳ · δ’ ἔπειτα κί’ ἐς μέσον · ἀμφὶ δὲ κοῦροι
8.263 πρωθῆβαι ἵσταντο , δαήμονες ὀρχηθμοῖο ,
8.264 πέπληγον δὲ χορὸν θεῖον ποσίν . αὐτὰρ Ὀδυσσεὺς