8.123 τῶν δὲ θέειν ὄχ’ ἄριστος ἔην Κλυτόνηος ἀμύμων ·
8.124 ὅσσον τ’ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν ,
8.125 τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ’ , οἱ δ’ ἐλίποντο .
8.126 οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο ·
8.127 τῇ δ’ αὖτ’ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους .
8.128 ἅλματι δ’ Ἀμφίαλος πάντων προφερέστατος ἦεν ·
8.129 δίσκῳ δ’ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς ,
8.130 πὺξ δ’ αὖ Λαοδάμας , ἀγαθὸς πάϊς Ἀλκινόοιο .
8.131 αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν’ ἀέθλοις ,
8.132 τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο ·
8.133 δεῦτε , φίλοι , τὸν ξεῖνον ἐρώμεθα εἴ τιν’ ἄεθλον
8.134 οἶδέ τε καὶ δεδάηκε . φυήν γε μὲν οὐ κακός ἐστι ,
8.135 μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
8.136 αὐχένα τε στιβαρὸν μέγα τε σθένος · οὐδέ τι ἥβης
8.137 δεύεται , ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν ·
8.138 οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
8.139 ἄνδρα γε συγχεῦαι , εἰ καὶ μάλα καρτερὸς εἴη .
8.140 τὸν δ’ αὖτ’ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε ·
8.141 Λαοδάμα , μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες .
8.142 αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον .
8.143 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσ’ ἀγαθὸς πάϊς Ἀλκινόοιο ,
8.144 στῆ ῥ’ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε ·
8.145 δεῦρ’ ἄγε καὶ σύ , ξεῖνε πάτερ , πείρησαι ἀέθλων ,
8.146 εἴ τινά που δεδάηκας · ἔοικε δέ σ’ ἴδμεν ἀέθλους ·
8.147 οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ’ ἔῃσιν ,
8.148 τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν .
8.149 ἀλλ’ ἄγε πείρησαι , σκέδασον δ’ ἀπὸ κήδεα θυμοῦ .