7.214 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα .
7.215 ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ ·
7.216 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
7.217 ἔπλετο , τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
7.218 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα ,
7.219 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν , δὲ μάλ’ αἰεὶ
7.220 ἐσθέμεναι κέλεται καὶ πινέμεν , ἐκ δέ με πάντων
7.221 ληθάνει ὅσσ’ ἔπαθον , καὶ ἐνιπλησθῆναι ἀνώγει .
7.222 ὑμεῖς δ’ ὀτρύνεσθαι ἅμ’ ἠοῖ φαινομένηφιν ,
7.223 ὥς κ’ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
7.224 καί περ πολλὰ παθόντα · ἰδόντα με καὶ λίποι αἰὼν
7.225 κτῆσιν ἐμήν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα .
7.226 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἐπῄνεον ἠδ’ ἐκέλευον
7.227 πεμπέμεναι τὸν ξεῖνον , ἐπεὶ κατὰ μοῖραν ἔειπεν .
7.228 αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιον θ’ ὅσον ἤθελε θυμός ,
7.229 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος ,
7.230 αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς ,
7.231 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
7.232 ἥσθην · ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός .
7.233 τοῖσιν δ’ Ἀρήτη λευκώλενος ἤρχετο μύθων ·
7.234 ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ’ ἰδοῦσα
7.235 καλά , τά ῥ’ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί ·
7.236 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
7.237 ξεῖνε , τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή ·
7.238 τίς πόθεν εἰς ἀνδρῶν ; τίς τοι τάδε εἵματ’ ἔδωκεν ;
7.239 οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ’ ἱκέσθαι ;
7.240 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
7.241 ἀργαλέον , βασίλεια , διηνεκέως ἀγορεῦσαι
7.242 κήδε’ , ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες ·