6.30 ἐσθλή , χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ .
6.31 ἀλλ’ ἴομεν πλυνέουσαι ἅμ’ ἠοῖ φαινομένηφι ·
6.32 καί τοι ἐγὼ συνέριθος ἅμ’ ἕψομαι , ὄφρα τάχιστα
6.33 ἐντύνεαι , ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι ·
6.34 ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
6.35 πάντων Φαιήκων , ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ .
6.36 ἀλλ’ ἄγ’ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
6.37 ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι , κεν ἄγῃσι
6.38 ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα .
6.39 καὶ δὲ σοὶ ὧδ’ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
6.40 ἔρχεσθαι · πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος .
6.41 μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη
6.42 Οὔλυμπόνδ’ , ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
6.43 ἔμμεναι . οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ
6.44 δεύεται οὔτε χιὼν ἐπιπίλναται , ἀλλὰ μάλ’ αἴθρη
6.45 πέπταται ἀνέφελος , λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη ·
6.46 τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα .
6.47 ἔνθ’ ἀπέβη γλαυκῶπις , ἐπεὶ διεπέφραδε κούρῃ .
6.48 αὐτίκα δ’ Ἠὼς ἦλθεν ἐύθρονος , μιν ἔγειρε
6.49 Ναυσικάαν ἐύπεπλον · ἄφαρ δ’ ἀπεθαύμασ’ ὄνειρον ,
6.50 βῆ δ’ ἰέναι διὰ δώμαθ’ , ἵν’ ἀγγείλειε τοκεῦσιν ,
6.51 πατρὶ φίλῳ καὶ μητρί · κιχήσατο δ’ ἔνδον ἐόντας ·
6.52 μὲν ἐπ’ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
6.53 ἠλάκατα στρωφῶσ’ ἁλιπόρφυρα · τῷ δὲ θύραζε
6.54 ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
6.55 ἐς βουλήν , ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί .
6.56 δὲ μάλ’ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε ·
6.57 πάππα φίλ’ , οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
6.58 ὑψηλὴν ἐύκυκλον , ἵνα κλυτὰ εἵματ’ ἄγωμαι
6.59 ἐς ποταμὸν πλυνέουσα , τά μοι ῥερυπωμένα κεῖται ;