5.290 ἀλλ’ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος .
5.291 ὣς εἰπὼν σύναγεν νεφέλας , ἐτάραξε δὲ πόντον
5.292 χερσὶ τρίαιναν ἑλών · πάσας δ’ ὀρόθυνεν ἀέλλας
5.293 παντοίων ἀνέμων , σὺν δὲ νεφέεσσι κάλυψε
5.294 γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δ’ οὐρανόθεν νύξ .
5.295 σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσον Ζέφυρός τε δυσαὴς
5.296 καὶ Βορέης αἰθρηγενέτης , μέγα κῦμα κυλίνδων .
5.297 καὶ τότ’ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ ,
5.298 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
5.299 μοι ἐγὼ δειλός , τί νύ μοι μήκιστα γένηται ;
5.300 δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν ,
5.301 μ’ ἔφατ’ ἐν πόντῳ , πρὶν πατρίδα γαῖαν ἱκέσθαι ,
5.302 ἄλγε’ ἀναπλήσειν · τὰ δὲ δὴ νῦν πάντα τελεῖται .
5.303 οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
5.304 Ζεύς , ἐτάραξε δὲ πόντον , ἐπισπέρχουσι δ’ ἄελλαι
5.305 παντοίων ἀνέμων . νῦν μοι σῶς αἰπὺς ὄλεθρος .
5.306 τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις , οἳ τότ’ ὄλοντο
5.307 Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες .
5.308 ὡς δὴ ἐγώ γ’ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
5.309 ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
5.310 Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι .
5.311 τῷ κ’ ἔλαχον κτερέων , καί μευ κλέος ἦγον Ἀχαιοί ·
5.312 νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι .
5.313 ὣς ἄρα μιν εἰπόντ’ ἔλασεν μέγα κῦμα κατ’ ἄκρης
5.314 δεινὸν ἐπεσσύμενον , περὶ δὲ σχεδίην ἐλέλιξε .
5.315 τῆλε δ’ ἀπὸ σχεδίης αὐτὸς πέσε , πηδάλιον δὲ
5.316 ἐκ χειρῶν προέηκε · μέσον δέ οἱ ἱστὸν ἔαξεν
5.317 δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα ,
5.318 τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ .