5.177 οὐδ’ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην ,
5.178 εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
5.179 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
5.180 ὣς φάτο , μείδησεν δὲ Καλυψὼ δῖα θεάων ,
5.181 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
5.182 δὴ ἀλιτρός γ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς ,
5.183 οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι .
5.184 ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
5.185 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ , ὅς τε μέγιστος
5.186 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι ,
5.187 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
5.188 ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι , ἅσσ’ ἂν ἐμοί περ
5.189 αὐτῇ μηδοίμην , ὅτε με χρειὼ τόσον ἵκοι ·
5.190 καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος , οὐδέ μοι αὐτῇ
5.191 θυμὸς ἐνὶ στήθεσσι σιδήρεος , ἀλλ’ ἐλεήμων .
5.192 ὣς ἄρα φωνήσασ’ ἡγήσατο δῖα θεάων
5.193 καρπαλίμως · δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο .
5.194 ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ ,
5.195 καί ῥ’ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
5.196 Ἑρμείας , νύμφη δ’ ἐτίθει πάρα πᾶσαν ἐδωδήν ,
5.197 ἔσθειν καὶ πίνειν , οἷα βροτοὶ ἄνδρες ἔδουσιν ·
5.198 αὐτὴ δ’ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο ,
5.199 τῇ δὲ παρ’ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν .
5.200 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
5.201 αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος ,
5.202 τοῖς ἄρα μύθων ἦρχε Καλυψώ , δῖα θεάων ·
5.203 διογενὲς Λαερτιάδη , πολυμήχαν’ Ὀδυσσεῦ ,
5.204 οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν