5.89 αὔδα τι φρονέεις · τελέσαι δέ με θυμὸς ἄνωγεν ,
5.90 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν .
5.91 ἀλλ’ ἕπεο προτέρω , ἵνα τοι πὰρ ξείνια θείω .
5.92 ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
5.93 ἀμβροσίης πλήσασα , κέρασσε δὲ νέκταρ ἐρυθρόν .
5.94 αὐτὰρ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης .
5.95 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ ,
5.96 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
5.97 εἰρωτᾷς μ’ ἐλθόντα θεὰ θεόν · αὐτὰρ ἐγώ τοι
5.98 νημερτέως τὸν μῦθον ἐνισπήσω · κέλεαι γάρ .
5.99 Ζεὺς ἐμέ γ’ ἠνώγει δεῦρ’ ἐλθέμεν οὐκ ἐθέλοντα ·
5.100 τίς δ’ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
5.101 ἄσπετον ; οὐδέ τις ἄγχι βροτῶν πόλις , οἵ τε θεοῖσιν
5.102 ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας .
5.103 ἀλλὰ μάλ’ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
5.104 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ’ ἁλιῶσαι .
5.105 φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων ,
5.106 τῶν ἀνδρῶν , οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
5.107 εἰνάετες , δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
5.108 οἴκαδ’ · ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο ,
5.109 σφιν ἐπῶρσ’ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά .
5.110 ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι ,
5.111 τὸν δ’ ἄρα δεῦρ’ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε .
5.112 τὸν νῦν σ’ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα ·
5.113 οὐ γάρ οἱ τῇδ’ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι ,
5.114 ἀλλ’ ἔτι οἱ μοῖρ’ ἐστὶ φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι
5.115 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν .
5.116 ὣς φάτο , ῥίγησεν δὲ Καλυψώ , δῖα θεάων ,
5.117 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·