4.816 ἐσθλόν , τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος ·
4.817 νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός ,
4.818 νήπιος , οὔτε πόνων ἐὺ εἰδὼς οὔτ’ ἀγοράων .
4.819 τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου ·
4.820 τοῦ δ’ ἀμφιτρομέω καὶ δείδια , μή τι πάθῃσιν ,
4.821 γε τῶν ἐνὶ δήμῳ , ἵν’ οἴχεται , ἐνὶ πόντῳ ·
4.822 δυσμενέες γὰρ πολλοὶ ἐπ’ αὐτῷ μηχανόωνται ,
4.823 ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι .
4.824 τὴν δ’ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν ·
4.825 θάρσει , μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην ·
4.826 τοίη γάρ οἱ πομπὸς ἅμ’ ἔρχεται , ἥν τε καὶ ἄλλοι
4.827 ἀνέρες ἠρήσαντο παρεστάμεναι , δύναται γάρ ,
4.828 Παλλὰς Ἀθηναίη · σὲ δ’ ὀδυρομένην ἐλεαίρει ·
4.829 νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι .
4.830 τὴν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
4.831 εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς ,
4.832 εἰ δ’ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον ,
4.833 που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ,
4.834 ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι .
4.835 τὴν δ’ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν ·
4.836 οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω ,
4.837 ζώει γ’ τέθνηκε · κακὸν δ’ ἀνεμώλια βάζειν .
4.838 ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
4.839 ἐς πνοιὰς ἀνέμων . δ’ ἐξ ὕπνου ἀνόρουσε
4.840 κούρη Ἰκαρίοιο · φίλον δέ οἱ ἦτορ ἰάνθη ,
4.841 ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ .
4.842 μνηστῆρες δ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
4.843 Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες .
4.844 ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα ,