4.701 οἴκαδε νισόμενον · δ’ ἔβη μετὰ πατρὸς ἀκουὴν
4.702 ἐς Πύλον ἠγαθέην ἠδ’ ἐς Λακεδαίμονα δῖαν .
4.703 ὣς φάτο , τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ,
4.704 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε · τὼ δέ οἱ ὄσσε
4.705 δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
4.706 ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε ·
4.707 κῆρυξ , τίπτε δέ μοι πάϊς οἴχεται ; οὐδέ τί μιν χρεὼ
4.708 νηῶν ὠκυπόρων ἐπιβαινέμεν , αἵ θ’ ἁλὸς ἵπποι
4.709 ἀνδράσι γίγνονται , περόωσι δὲ πουλὺν ἐφ’ ὑγρήν .
4.710 ἵνα μηδ’ ὄνομ’ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται ;
4.711 τὴν δ’ ἠμείβετ’ ἔπειτα Μέδων πεπνυμένα εἰδώς ·
4.712 οὐκ οἶδ’ τίς μιν θεὸς ὤρορεν , ἦε καὶ αὐτοῦ
4.713 θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον , ὄφρα πύθηται
4.714 πατρὸς ἑοῦ νόστον ὅν τινα πότμον ἐπέσπεν .
4.715 ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ’ Ὀδυσῆος .
4.716 τὴν δ’ ἄχος ἀμφεχύθη θυμοφθόρον , οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
4.717 δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων ,
4.718 ἀλλ’ ἄρ’ ἐπ’ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
4.719 οἴκτρ’ ὀλοφυρομένη · περὶ δὲ δμῳαὶ μινύριζον
4.720 πᾶσαι , ὅσαι κατὰ δώματ’ ἔσαν νέαι ἠδὲ παλαιαί .
4.721 τῇς δ’ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια ·
4.722 κλῦτε , φίλαι · πέρι γάρ μοι Ὀλύμπιος ἄλγε’ ἔδωκεν
4.723 ἐκ πασέων , ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ’ ἐγένοντο ·
4.724 πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα ,
4.725 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν ,
4.726 ἐσθλόν , τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος .
4.727 νῦν αὖ παῖδ’ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
4.728 ἀκλέα ἐκ μεγάρων , οὐδ’ ὁρμηθέντος ἄκουσα .