4.498 εἷς δ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ .
4.499 Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι .
4.500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
4.501 πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης ·
4.502 καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ ,
4.503 εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ’ ἀάσθη ·
4.504 φῆ ῥ’ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης .
4.505 τοῦ δὲ Ποσειδάων μεγάλ’ ἔκλυεν αὐδήσαντος ·
4.506 αὐτίκ’ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
4.507 ἤλασε Γυραίην πέτρην , ἀπὸ δ’ ἔσχισεν αὐτήν ·
4.508 καὶ τὸ μὲν αὐτόθι μεῖνε , τὸ δὲ τρύφος ἔμπεσε πόντῳ ,
4.509 τῷ ῥ’ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ’ ἀάσθη ·
4.510 τὸν δ’ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα .
4.511 ὣς μὲν ἔνθ’ ἀπόλωλεν , ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ .
4.512 σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ’ ὑπάλυξεν
4.513 ἐν νηυσὶ γλαφυρῇσι · σάωσε δὲ πότνια Ἥρη .
4.514 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
4.515 ἵξεσθαι , τότε δή μιν ἀναρπάξασα θύελλα
4.516 πόντον ἐπ’ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα ,
4.517 ἀγροῦ ἐπ’ ἐσχατιήν , ὅθι δώματα ναῖε Θυέστης
4.518 τὸ πρίν , ἀτὰρ τότ’ ἔναιε Θυεστιάδης Αἴγισθος .
4.519 ἀλλ’ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων ,
4.520 ἂψ δὲ θεοὶ οὖρον στρέψαν , καὶ οἴκαδ’ ἵκοντο ,
4.521 τοι μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
4.522 καὶ κύνει ἁπτόμενος ἣν πατρίδα · πολλὰ δ’ ἀπ’ αὐτοῦ
4.523 δάκρυα θερμὰ χέοντ’ , ἐπεὶ ἀσπασίως ἴδε γαῖαν .
4.524 τὸν δ’ ἄρ’ ἀπὸ σκοπιῆς εἶδε σκοπός , ὅν ῥα καθεῖσεν
4.525 Αἴγισθος δολόμητις ἄγων , ὑπὸ δ’ ἔσχετο μισθὸν
4.526 χρυσοῦ δοιὰ τάλαντα · φύλασσε δ’ γ’ εἰς ἐνιαυτόν ,