4.208 ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε ,
4.209 ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
4.210 αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν ,
4.211 υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους .
4.212 ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν , ὃς πρὶν ἐτύχθη ,
4.213 δόρπου δ’ ἐξαῦτις μνησώμεθα , χερσὶ δ’ ἐφ’ ὕδωρ
4.214 χευάντων . μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
4.215 Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν .
4.216 ὣς ἔφατ’ , Ἀσφαλίων δ’ ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν ,
4.217 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο .
4.218 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
4.219 ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησ’ Ἑλένη Διὸς ἐκγεγαυῖα ·
4.220 αὐτίκ’ ἄρ’ εἰς οἶνον βάλε φάρμακον , ἔνθεν ἔπινον ,
4.221 νηπενθές τ’ ἄχολόν τε , κακῶν ἐπίληθον ἁπάντων .
4.222 ὃς τὸ καταβρόξειεν , ἐπὴν κρητῆρι μιγείη ,
4.223 οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν ,
4.224 οὐδ’ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε ,
4.225 οὐδ’ εἴ οἱ προπάροιθεν ἀδελφεὸν φίλον υἱὸν
4.226 χαλκῷ δηιόῳεν , δ’ ὀφθαλμοῖσιν ὁρῷτο .
4.227 τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα ,
4.228 ἐσθλά , τά οἱ Πολύδαμνα πόρεν , Θῶνος παράκοιτις
4.229 Αἰγυπτίη , τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
4.230 φάρμακα , πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά ·
4.231 ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
4.232 ἀνθρώπων · γὰρ Παιήονός εἰσι γενέθλης .
4.233 αὐτὰρ ἐπεί ῥ’ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι ,
4.234 ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν ·
4.235 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
4.236 ἀνδρῶν ἐσθλῶν παῖδες · ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
4.237 Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ · δύναται γὰρ ἅπαντα ·
4.238 τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι