3.409 Νηλεὺς ἵζεσκεν , θεόφιν μήστωρ ἀτάλαντος ·
3.410 ἀλλ’ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει ,
3.411 Νέστωρ αὖ τότ’ ἐφῖζε Γερήνιος , οὖρος Ἀχαιῶν ,
3.412 σκῆπτρον ἔχων . περὶ δ’ υἷες ἀολλέες ἠγερέθοντο
3.413 ἐκ θαλάμων ἐλθόντες , Ἐχέφρων τε Στρατίος τε
3.414 Περσεύς τ’ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης .
3.415 τοῖσι δ’ ἔπειθ’ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως ,
3.416 πὰρ δ’ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες .
3.417 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
3.418 καρπαλίμως μοι , τέκνα φίλα , κρηήνατ’ ἐέλδωρ ,
3.419 ὄφρ’ τοι πρώτιστα θεῶν ἱλάσσομ’ Ἀθήνην ,
3.420 μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν .
3.421 ἀλλ’ ἄγ’ μὲν πεδίονδ’ ἐπὶ βοῦν , ἴτω , ὄφρα τάχιστα
3.422 ἔλθῃσιν , ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ ·
3.423 εἷς δ’ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
3.424 πάντας ἰὼν ἑτάρους ἀγέτω , λιπέτω δὲ δύ’ οἴους ·
3.425 εἷς δ’ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
3.426 ἐλθεῖν , ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ .
3.427 οἱ δ’ ἄλλοι μένετ’ αὐτοῦ ἀολλέες , εἴπατε δ’ εἴσω
3.428 δμῳῇσιν κατὰ δώματ’ ἀγακλυτὰ δαῖτα πένεσθαι ,
3.429 ἕδρας τε ξύλα τ’ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ .
3.430 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἐποίπνυον . ἦλθε μὲν ἂρ βοῦς
3.431 ἐκ πεδίου , ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
3.432 Τηλεμάχου ἕταροι μεγαλήτορος , ἦλθε δὲ χαλκεὺς
3.433 ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήια , πείρατα τέχνης ,
3.434 ἄκμονά τε σφῦραν τ’ ἐυποίητόν τε πυράγρην ,
3.435 οἷσίν τε χρυσὸν εἰργάξετο · ἦλθε δ’ Ἀθήνη
3.436 ἱρῶν ἀντιόωσα . γέρων δ’ ἱππηλάτα Νέστωρ
3.437 χρυσὸν ἔδωχ’ · δ’ ἔπειτα βοὸς κέρασιν περίχευεν