3.352 οὔ θην δὴ τοῦδ’ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
3.353 νηὸς ἐπ’ ἰκριόφιν καταλέξεται , ὄφρ’ ἂν ἐγώ γε
3.354 ζώω , ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται ,
3.355 ξείνους ξεινίζειν , ὅς τίς κ’ ἐμὰ δώμαθ’ ἵκηται .
3.356 τὸν δ’ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
3.357 εὖ δὴ ταῦτά γ’ ἔφησθα , γέρον φίλε · σοὶ δὲ ἔοικεν
3.358 Τηλέμαχον πείθεσθαι , ἐπεὶ πολὺ κάλλιον οὕτως .
3.359 ἀλλ’ οὗτος μὲν νῦν σοὶ ἅμ’ ἕψεται , ὄφρα κεν εὕδῃ
3.360 σοῖσιν ἐνὶ μεγάροισιν · ἐγὼ δ’ ἐπὶ νῆα μέλαιναν
3.361 εἶμ’ , ἵνα θαρσύνω θ’ ἑτάρους εἴπω τε ἕκαστα .
3.362 οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι ·
3.363 οἱ δ’ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται ,
3.364 πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο .
3.365 ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
3.366 νῦν · ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
3.367 εἶμ’ ἔνθα χρεῖός μοι ὀφέλλεται , οὔ τι νέον γε
3.368 οὐδ’ ὀλίγον . σὺ δὲ τοῦτον , ἐπεὶ τεὸν ἵκετο δῶμα ,
3.369 πέμψον σὺν δίφρῳ τε καὶ υἱέι · δὸς δέ οἱ ἵππους ,
3.370 οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι .
3.371 ὣς ἄρα φωνήσασ’ ἀπέβη γλαυκῶπις Ἀθήνη
3.372 φήνῃ εἰδομένη · θάμβος δ’ ἕλε πάντας ἰδόντας .
3.373 θαύμαζεν δ’ γεραιός , ὅπως ἴδεν ὀφθαλμοῖς ·
3.374 Τηλεμάχου δ’ ἕλε χεῖρα , ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
3.375 φίλος , οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι ,
3.376 εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται .
3.377 οὐ μὲν γάρ τις ὅδ’ ἄλλος Ὀλύμπια δώματ’ ἐχόντων ,
3.378 ἀλλὰ Διὸς θυγάτηρ , κυδίστη Τριτογένεια ,