2.257 ὣς ἄρ’ ἐφώνησεν , λῦσεν δ’ ἀγορὴν αἰψηρήν .
2.258 οἱ μὲν ἄρ’ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ’ ἕκαστος ,
2.259 μνηστῆρες δ’ ἐς δώματ’ ἴσαν θείου Ὀδυσῆος .
2.260 Τηλέμαχος δ’ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης ,
2.261 χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ’ Ἀθήνῃ ·
2.262 κλῦθί μευ , χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
2.263 καὶ μ’ ἐν νηὶ κέλευσας ἐπ’ ἠεροειδέα πόντον
2.264 νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
2.265 ἔρχεσθαι · τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί ,
2.266 μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες .
2.267 ὣς ἔφατ’ εὐχόμενος , σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη ,
2.268 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν ,
2.269 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
2.270 Τηλέμαχ’ , οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων ,
2.271 εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ ,
2.272 οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε ·
2.273 οὔ τοι ἔπειθ’ ἁλίη ὁδὸς ἔσσεται οὐδ’ ἀτέλεστος .
2.274 εἰ δ’ οὐ κείνου γ’ ἐσσὶ γόνος καὶ Πηνελοπείης ,
2.275 οὐ σέ γ’ ἔπειτα ἔολπα τελευτήσειν , μενοινᾷς .
2.276 παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται ,
2.277 οἱ πλέονες κακίους , παῦροι δέ τε πατρὸς ἀρείους .
2.278 ἀλλ’ ἐπεὶ οὐδ’ ὄπιθεν κακὸς ἔσσεαι οὐδ’ ἀνοήμων ,
2.279 οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν ,
2.280 ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα .
2.281 τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
2.282 ἀφραδέων , ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι ·
2.283 οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν ,
2.284 ὃς δή σφι σχεδόν ἐστιν , ἐπ’ ἤματι πάντας ὀλέσθαι .
2.285 σοὶ δ’ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς ·