2.56 βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
2.57 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
2.58 μαψιδίως · τὰ δὲ πολλὰ κατάνεται . οὐ γὰρ ἔπ’ ἀνήρ ,
2.59 οἷος Ὀδυσσεὺς ἔσκεν , ἀρὴν ἀπὸ οἴκου ἀμῦναι .
2.60 ἡμεῖς δ’ οὔ νύ τι τοῖοι ἀμυνέμεν · καὶ ἔπειτα
2.61 λευγαλέοι τ’ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν .
2.62 τ’ ἂν ἀμυναίμην , εἴ μοι δύναμίς γε παρείη .
2.63 οὐ γὰρ ἔτ’ ἀνσχετὰ ἔργα τετεύχαται , οὐδ’ ἔτι καλῶς
2.64 οἶκος ἐμὸς διόλωλε . νεμεσσήθητε καὶ αὐτοί ,
2.65 ἄλλους τ’ αἰδέσθητε περικτίονας ἀνθρώπους ,
2.66 οἳ περιναιετάουσι · θεῶν δ’ ὑποδείσατε μῆνιν ,
2.67 μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα .
2.68 λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος ,
2.69 τ’ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει ·
2.70 σχέσθε , φίλοι , καί μ’ οἶον ἐάσατε πένθεϊ λυγρῷ
2.71 τείρεσθ’ , εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
2.72 δυσμενέων κάκ’ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς ,
2.73 τῶν μ’ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες ,
2.74 τούτους ὀτρύνοντες . ἐμοὶ δέ κε κέρδιον εἴη
2.75 ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε .
2.76 εἴ χ’ ὑμεῖς γε φάγοιτε , τάχ’ ἄν ποτε καὶ τίσις εἴη ·
2.77 τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
2.78 χρήματ’ ἀπαιτίζοντες , ἕως κ’ ἀπὸ πάντα δοθείη ·
2.79 νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ .
2.80 ὣς φάτο χωόμενος , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
2.81 δάκρυ’ ἀναπρήσας · οἶκτος δ’ ἕλε λαὸν ἅπαντα .
2.82 ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν , οὐδέ τις ἔτλη
2.83 Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν ·
2.84 Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε ·