1.322 μᾶλλον ἔτ’ τὸ πάροιθεν . δὲ φρεσὶν ᾗσι νοήσας
1.323 θάμβησεν κατὰ θυμόν · ὀίσατο γὰρ θεὸν εἶναι .
1.324 αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς .
1.325 τοῖσι δ’ ἀοιδὸς ἄειδε περικλυτός , οἱ δὲ σιωπῇ
1.326 ἥατ’ ἀκούοντες · δ’ Ἀχαιῶν νόστον ἄειδε
1.327 λυγρόν , ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη .
1.328 τοῦ δ’ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
1.329 κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια ·
1.330 κλίμακα δ’ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο ,
1.331 οὐκ οἴη , ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο .
1.332 δ’ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν ,
1.333 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
1.334 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα ·
1.335 ἀμφίπολος δ’ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη .
1.336 δακρύσασα δ’ ἔπειτα προσηύδα θεῖον ἀοιδόν ·
1.337 Φήμιε , πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας ,
1.338 ἔργ’ ἀνδρῶν τε θεῶν τε , τά τε κλείουσιν ἀοιδοί ·
1.339 τῶν ἕν γέ σφιν ἄειδε παρήμενος , οἱ δὲ σιωπῇ
1.340 οἶνον πινόντων · ταύτης δ’ ἀποπαύε’ ἀοιδῆς
1.341 λυγρῆς , τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
1.342 τείρει , ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον .
1.343 τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί ,
1.344 ἀνδρός , τοῦ κλέος εὐρὺ καθ’ Ἑλλάδα καὶ μέσον Ἄργος .
1.345 τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
1.346 μῆτερ ἐμή , τί τ’ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
1.347 τέρπειν ὅππῃ οἱ νόος ὄρνυται ; οὔ νύ τ’ ἀοιδοὶ
1.348 αἴτιοι , ἀλλά ποθι Ζεὺς αἴτιος , ὅς τε δίδωσιν
1.349 ἀνδράσιν ἀλφηστῇσιν , ὅπως ἐθέλῃσιν , ἑκάστῳ .
1.350 τούτῳ δ’ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν ·