2.802 δὲ μάλιστ’ ἐπιτέλλομαι , ὧδε δὲ ῥέξαι ·
2.803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι ,
2.804 ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων ·
2.805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει ,
2.806 τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας .
2.807 ὣς ἔφαθ’ , Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν ,
2.808 αἶψα δ’ ἔλυσ’ ἀγορήν · ἐπὶ τεύχεα δ’ ἐσσεύοντο ·
2.809 πᾶσαι δ’ ὠΐγνυντο πύλαι , ἐκ δ’ ἔσσυτο λαὸς
2.810 πεζοί θ’ ἱππῆές τε · πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει .
2.811 ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
2.812 ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα ,
2.813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν ,
2.814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης ·
2.815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι .
2.816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
2.817 Πριαμίδης · ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
2.818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι .
2.819 Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
2.820 Αἰνείας , τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη
2.821 Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα ,
2.822 οὐκ οἶος , ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
2.823 Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης .
2.824 οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
2.825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
2.826 Τρῶες , τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
2.827 Πάνδαρος , καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν .
2.828 οἳ δ’ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ
2.829 καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ ,
2.830 τῶν ἦρχ’ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
2.831 υἷε δύω Μέροπος Περκωσίου , ὃς περὶ πάντων
2.832 ᾔδεε μαντοσύνας , οὐδὲ οὓς παῖδας ἔασκε
2.833 στείχειν ἐς πόλεμον φθισήνορα · τὼ δέ οἱ οὔ τι