7.11 καλὸν ὦν προπεπονθότας ἡμέας τιμωρέειν ἤδη γίνεται , ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι τοῦτο μάθω , ἐλάσας ἐπ’ ἄνδρας τούτους , τούς γε καὶ Πέλοψ ὁ Φρύξ , ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος , κατεστρέψατο οὕτω ὡς καὶ ἐς τόδε αὐτοί τε ὥνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται . ʹ
7.12 ταῦτα μὲν ἐπὶ τοσοῦτο ἐλέγετο . μετὰ δὲ εὐφρόνη τε ἐγίνετο καὶ Ξέρξην ἔκνιζε ἡ Ἀρταβάνου γνώμη · νυκτὶ δὲ βουλὴν διδοὺς πάγχυ εὕρισκέ οἱ οὐ πρῆγμα εἶναι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . δεδογμένων δέ οἱ αὖτις τούτων κατύπνωσε , καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄψιν τοιήνδε , ὡς λέγεται ὑπὸ Περσέων · ἐδόκεε ὁ Ξέρξης ἄνδρα οἱ ἐπιστάντα μέγαν τε καὶ εὐειδέα εἰπεῖν ʹ μετὰ δὴ βουλεύεαι , ὦ Πέρσα , στράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα , προείπας ἁλίζειν Πέρσας στρατόν ; οὔτε ὦν μεταβουλευόμενος ποιέεις εὖ οὔτε ὁ συγγνωσόμενός τοι πάρα · ἀλλ’ ὥσπερ τῆς ἡμέρης ἐβουλεύσαο ποιέειν , ταύτην ἴθι τῶν ὁδῶν . ʹ
7.13 τὸν μὲν ταῦτα εἰπόντα ἐδόκεε ὁ Ξέρξης ἀποπτάσθαι , ἡμέρης δὲ ἐπιλαμψάσης ὀνείρου μὲν τούτου λόγον οὐδένα ἐποιέετο , ὁ δὲ Περσέων συναλίσας τοὺς καὶ πρότερον συνέλεξε , ἔλεξέ σφι τάδε .