24.480 Ὀδυσεὺς ἀποτίσεται ἐλθών ;
24.481 ἔρξον ὅπως ἐθέλεις · ἐρέω τέ τοι ὡς ἐπέοικεν .
24.482 ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς ,
24.483 ὅρκια πιστὰ ταμόντες μὲν βασιλευέτω αἰεί ,
24.484 ἡμεῖς δʹ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
24.485 ἔκλησιν θέωμεν · τοὶ δʹ ἀλλήλους φιλεόντων
24.486 ὡς τὸ πάρος , πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω .
24.487 ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην ,
24.488 βῆ δὲ κατʹ Οὐλύμποιο καρήνων ἀΐξασα .
24.489 οἱ δʹ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο ,
24.490 τοῖς δʹ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
24.491 ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες .
24.492 ὣς ἔφατʹ · ἐκ δʹ υἱὸς Δολίου κίεν , ὡς ἐκέλευεν ·
24.493 στῆ δʹ ἄρʹ ἐπʹ οὐδὸν ἰών , τοὺς δὲ σχεδὸν ἔσιδε πάντας ·
24.494 αἶψα δʹ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα ·
24.495 οἵδε δὴ ἐγγὺς ἔασʹ · ἀλλʹ ὁπλιζώμεθα θᾶσσον .
24.496 ὣς ἔφαθʹ , οἱ δʹ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο ,
24.497 τέσσαρες ἀμφʹ Ὀδυσῆʹ , ἓξ δʹ υἱεῖς οἱ Δολίοιο ·
24.498 ἐν δʹ ἄρα Λαέρτης Δολίος τʹ ἐς τεύχεʹ ἔδυνον ,
24.499 καὶ πολιοί περ ἐόντες , ἀναγκαῖοι πολεμισταί .
24.500 αὐτὰρ ἐπεί ῥʹ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,
24.501 ὤϊξάν ῥα θύρας , ἐκ δʹ ἤϊον , ἄρχε δʹ Ὀδυσσεύς .
24.502 τοῖσι δʹ ἐπʹ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
24.503 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν .
24.504 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς ·
24.505 αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν ·
24.506 Τηλέμαχʹ , ἤδη μὲν τόδε γʹ εἴσεαι αὐτὸς ἐπελθών ,
24.507 ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι ,
24.508 μή τι καταισχύνειν