19.590 τέρπειν , οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη .
19.591 ἀλλʹ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
19.592 ἀνθρώπους · ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
19.593 ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν .
19.594 ἀλλʹ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
19.595 λέξομαι εἰς εὐνήν , μοι στονόεσσα τέτυκται ,
19.596 αἰεὶ δάκρυσʹ ἐμοῖσι πεφυρμένη , ἐξ οὗ Ὀδυσσεὺς
19.597 ᾤχετʹ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν .
19.598 ἔνθα κε λεξαίμην · σὺ δὲ λέξεο τῷδʹ ἐνὶ οἴκῳ ,
19.599 χαμάδις στορέσας τοι κατὰ δέμνια θέντων .
19.600 ὣς εἰποῦσʹ ἀνέβαινʹ ὑπερώϊα σιγαλόεντα ,
19.601 οὐκ οἴη , ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι .
19.602 ἐς δʹ ὑπερῷʹ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
19.603 κλαῖεν ἔπειτʹ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
19.604 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη .