19.413 ἕνεκʹ ἦλθʹ Ὀδυσεύς , ἵνα οἱ πόροι ἀγλαὰ δῶρα .
19.414 τὸν μὲν ἄρʹ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
19.415 χερσίν τʹ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι ·
19.416 μήτηρ δʹ Ἀμφιθέη μητρὸς περιφῦσʹ Ὀδυσῆϊ
19.417 κύσσʹ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά .
19.418 Αὐτόλυκος δʹ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
19.419 δεῖπνον ἐφοπλίσσαι · τοὶ δʹ ὀτρύνοντος ἄκουσαν ,
19.420 αὐτίκα δʹ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον ·
19.421 τὸν δέρον ἀμφί θʹ ἕπον , καί μιν διέχευαν ἅπαντα ,
19.422 μίστυλλόν τʹ ἄρʹ ἐπισταμένως πεῖράν τʹ ὀβελοῖσιν ,
19.423 ὤπτησάν τε περιφραδέως , δάσσαντό τε μοίρας .
19.424 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
19.425 δαίνυντʹ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης ·
19.426 ἦμος δʹ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν ,
19.427 δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο .
19.428 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
19.429 βάν ῥʹ ἴμεν ἐς θήρην , ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
19.430 υἱέες Αὐτολύκου · μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
19.431 ἤϊεν · αἰπὺ δʹ ὄρος προσέβαν καταειμένον ὕλῃ
19.432 Παρνησοῦ , τάχα δʹ ἵκανον πτύχας ἠνεμοέσσας .
19.433 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
19.434 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο ,
19.435 οἱ δʹ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες · πρὸ δʹ ἄρʹ αὐτῶν
19.436 ἴχνιʹ ἐρευνῶντες κύνες ἤϊσαν , αὐτὰρ ὄπισθεν
19.437 υἱέες Αὐτολύκου · μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
19.438 ἤϊεν ἄγχι κυνῶν , κραδάων δολιχόσκιον ἔγχος .
19.439 ἔνθα δʹ ἄρʹ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς ·
19.440 τὴν μὲν ἄρʹ οὔτʹ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων ,
19.441 οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν ,
19.442 οὔτʹ ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνὴ
19.443 ἦεν , ἀτὰρ φύλλων ἐνέην χύσις