14.500 φοινικόεσσαν ,
14.501 βῆ δὲ θέειν ἐπὶ νῆας · ἐγὼ δʹ ἐνὶ εἵματι κείνου
14.502 κείμην ἀσπασίως , φάε δὲ χρυσόθρονος Ἠώς .
14.503 ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ·
14.504 δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν ,
14.505 ἀμφότερον , φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος ·
14.506 νῦν δέ μʹ ἀτιμάζουσι κακὰ χροῒ εἵματʹ ἔχοντα .
14.507 τὸν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
14.508 γέρον , αἶνος μέν τοι ἀμύμων , ὃν κατέλεξας ,
14.509 οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες ·
14.510 τῷ οὔτʹ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου ,
14.511 ὧν ἐπέοιχʹ ἱκέτην ταλαπείριον ἀντιάσαντα ,
14.512 νῦν · ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις .
14.513 οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
14.514 ἐνθάδε ἕννυσθαι , μία δʹ οἴη φωτὶ ἑκάστῳ .
14.515 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός ,
14.516 αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει ,
14.517 πέμψει δʹ ὅππῃ σε κραδίη θυμός τε κελεύει .
14.518 ὣς εἰπὼν ἀνόρουσε , τίθει δʹ ἄρα οἱ πυρὸς ἐγγὺς
14.519 εὐνήν , ἐν δʹ ὀΐων τε καὶ αἰγῶν δέρματʹ ἔβαλλεν .
14.520 ἔνθʹ Ὀδυσεὺς κατέλεκτʹ · ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
14.521 πυκνὴν καὶ μεγάλην , οἱ παρεκέσκετʹ ἀμοιβάς ,
14.522 ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο .
14.523 ὣς μὲν ἔνθʹ Ὀδυσεὺς κοιμήσατο , τοὶ δὲ παρʹ αὐτὸν
14.524 ἄνδρες κοιμήσαντο νεηνίαι · οὐδὲ συβώτῃ
14.525 ἥνδανεν αὐτόθι κοῖτος , ὑῶν ἄπο κοιμηθῆναι ,
14.526 ἀλλʹ γʹ ἄρʹ ἔξω ἰὼν ὡπλίζετο · χαῖρε δʹ Ὀδυσσεύς ,
14.527 ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος .
14.528 πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʹ ὤμοις ,
14.529 ἀμφὶ δὲ