14.444 δὲ τὸ μὲν δώσει , τὸ δʹ ἐάσει ,
14.445 ὅττι κεν θυμῷ ἐθέλῃ · δύναται γὰρ ἅπαντα .
14.446 ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι ,
14.447 σπείσας δʹ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
14.448 ἐν χείρεσσιν ἔθηκεν · δʹ ἕζετο παρὰ μοίρῃ .
14.449 σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος , ὅν ῥα συβώτης
14.450 αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος ,
14.451 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος ·
14.452 πὰρ δʹ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν .
14.453 οἱ δʹ ἐπʹ ὀνείαθʹ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
14.454 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
14.455 σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος , οἱ δʹ ἐπὶ κοῖτον
14.456 σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο .
14.457 νὺξ δʹ ἄρʹ ἐπῆλθε κακὴ σκοτομήνιος , ὗε δʹ ἄρα Ζεὺς
14.458 πάννυχος , αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος .
14.459 τοῖς δʹ Ὀδυσεὺς μετέειπε , συβώτεω πειρητίζων ,
14.460 εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι , τινʹ ἑταίρων
14.461 ἄλλον ἐποτρύνειεν , ἐπεί ἑο κήδετο λίην ·
14.462 κέκλυθι νῦν , Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι ,
14.463 εὐξάμενός τι ἔπος ἐρέω · οἶνος γὰρ ἀνώγει
14.464 ἠλεός , ὅς τʹ ἐφέηκε πολύφρονά περ μάλʹ ἀεῖσαι
14.465 καί θʹ ἁπαλὸν γελάσαι , καί τʹ ὀρχήσασθαι ἀνῆκε ,
14.466 καί τι ἔπος προέηκεν περ τʹ ἄρρητον ἄμεινον .
14.467 ἀλλʹ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον , οὐκ ἐπικεύσω .
14.468 εἴθʹ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ,
14.469 ὡς ὅθʹ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες .
14.470 ἡγείσθην δʹ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος ,
14.471 τοῖσι δʹ ἅμα τρίτος ἄρχον ἐγών · αὐτοὶ γὰρ ἄνωγον .
14.472 ἀλλʹ ὅτε δή ῥʹ