11.605 ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς ,
11.606 πάντοσʹ ἀτυζομένων · δʹ ἐρεμνῇ νυκτὶ ἐοικώς ,
11.607 γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν ,
11.608 δεινὸν παπταίνων , αἰεὶ βαλέοντι ἐοικώς .
11.609 σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
11.610 χρύσεος ἦν τελαμών , ἵνα θέσκελα ἔργα τέτυκτο ,
11.611 ἄρκτοι τʹ ἀγρότεροί τε σύες χαροποί τε λέοντες ,
11.612 ὑσμῖναί τε μάχαι τε φόνοι τʹ ἀνδροκτασίαι τε .
11.613 μὴ τεχνησάμενος μηδʹ ἄλλο τι τεχνήσαιτο ,
11.614 ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ .
11.615 ἔγνω δʹ αὖτʹ ἔμʹ ἐκεῖνος , ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν ,
11.616 καί μʹ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
11.617 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.618 δείλʹ , τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις ,
11.619 ὅν περ ἐγὼν ὀχέεσκον ὑπʹ αὐγὰς ἠελίοιο .
11.620 Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος , αὐτὰρ ὀιζὺν
11.621 εἶχον ἀπειρεσίην · μάλα γὰρ πολὺ χείρονι φωτὶ
11.622 δεδμήμην , δέ μοι χαλεποὺς ἐπετέλλετʹ ἀέθλους .
11.623 καί ποτέ μʹ ἐνθάδʹ ἔπεμψε κύνʹ ἄξοντʹ · οὐ γὰρ ἔτʹ ἄλλον
11.624 φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον ·
11.625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο ·
11.626 Ἑρμείας δέ μʹ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη .
11.627 ὣς εἰπὼν μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω ,
11.628 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , εἴ τις ἔτʹ ἔλθοι
11.629 ἀνδρῶν ἡρώων , οἳ δὴ τὸ πρόσθεν ὄλοντο .
11.630 καί νύ κʹ ἔτι προτέρους ἴδον ἀνέρας , οὓς ἔθελόν περ ,
11.631 Θησέα Πειρίθοόν τε , θεῶν ἐρικυδέα τέκνα ·
11.632 ἀλλὰ πρὶν ἐπὶ ἔθνεʹ ἀγείρετο μυρία νεκρῶν
11.633 ἠχῇ θεσπεσίῃ · ἐμὲ δὲ χλωρὸν δέος ᾕρει ,