10.325 εἰς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες ;
10.326 θαῦμά μʹ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʹ ἐθέλχθης ·
10.327 οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʹ ἀνέτλη ,
10.328 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων .
10.329 σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν .
10.330 σύ γʹ Ὀδυσσεύς ἐσσι πολύτροπος , ὅν τέ μοι αἰεὶ
10.331 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης ,
10.332 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ .
10.333 ἀλλʹ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο , νῶι δʹ ἔπειτα
10.334 εὐνῆς ἡμετέρης ἐπιβείομεν , ὄφρα μιγέντε
10.335 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν .
10.336 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
10.337 Κίρκη , πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι ,
10.338 μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους ,
10.339 αὐτὸν δʹ ἐνθάδʹ ἔχουσα δολοφρονέουσα κελεύεις
10.340 ἐς θάλαμόν τʹ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς ,
10.341 ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς .
10.342 οὐδʹ ἂν ἐγώ γʹ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς ,
10.343 εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
10.344 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο .
10.345 ὣς ἐφάμην , δʹ αὐτίκʹ ἀπώμνυεν , ὡς ἐκέλευον .
10.346 αὐτὰρ ἐπεί ῥʹ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον ,
10.347 καὶ τότʹ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς .
10.348 ἀμφίπολοι δʹ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
10.349 τέσσαρες , αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι ·
10.350 γίγνονται δʹ ἄρα ταί γʹ ἔκ τε κρηνέων ἀπό τʹ ἀλσέων
10.351 ἔκ θʹ ἱερῶν ποταμῶν , οἵ τʹ εἰς ἅλαδε προρέουσι .
10.352 τάων μὲν ἔβαλλε θρόνοις ἔνι