8.566 ἀπήμονές εἰμεν ἁπάντων .
8.567 φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
8.568 ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
8.569 ῥαισέμεναι , μέγα δʹ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν .
8.570 ὣς ἀγόρευʹ γέρων · τὰ δέ κεν θεὸς τελέσειεν
8.571 κʹ ἀτέλεστʹ εἴη , ὥς οἱ φίλον ἔπλετο θυμῷ ·
8.572 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
8.573 ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
8.574 ἀνθρώπων , αὐτούς τε πόλιάς τʹ ἐὺ ναιετοώσας ,
8.575 ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι ,
8.576 οἵ τε φιλόξεινοι , καί σφιν νόος ἐστὶ θεουδής .
8.577 εἰπὲ δʹ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
8.578 Ἀργείων Δαναῶν ἠδʹ Ἰλίου οἶτον ἀκούων .
8.579 τὸν δὲ θεοὶ μὲν τεῦξαν , ἐπεκλώσαντο δʹ ὄλεθρον
8.580 ἀνθρώποις , ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή .
8.581 τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
8.582 ἐσθλὸς ἐών , γαμβρὸς πενθερός , οἵ τε μάλιστα
8.583 κήδιστοι τελέθουσι μεθʹ αἷμά τε καὶ γένος αὐτῶν ;
8.584 τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς ,
8.585 ἐσθλός ; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
8.586 γίγνεται , ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ .