8.477 , τῆ δή , τοῦτο πόρε κρέας , ὄφρα φάγῃσιν ,
8.478 Δημοδόκῳ · καί μιν προσπτύξομαι ἀχνύμενός περ ·
8.479 πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
8.480 τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς , οὕνεκʹ ἄρα σφέας
8.481 οἴμας μοῦσʹ ἐδίδαξε , φίλησε δὲ φῦλον ἀοιδῶν .
8.482 ὣς ἄρʹ ἔφη , κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
8.483 ἥρῳ Δημοδόκῳ · δʹ ἐδέξατο , χαῖρε δὲ θυμῷ .
8.484 οἱ δʹ ἐπʹ ὀνείαθʹ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
8.485 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
8.486 δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς ·
8.487 Δημόδοκʹ , ἔξοχα δή σε βροτῶν αἰνίζομʹ ἁπάντων .
8.488 σέ γε μοῦσʹ ἐδίδαξε , Διὸς πάϊς , σέ γʹ Ἀπόλλων ·
8.489 λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις ,
8.490 ὅσσʹ ἔρξαν τʹ ἔπαθόν τε καὶ ὅσσʹ ἐμόγησαν Ἀχαιοί ,
8.491 ὥς τέ που αὐτὸς παρεὼν ἄλλου ἀκούσας .
8.492 ἀλλʹ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
8.493 δουρατέου , τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ ,
8.494 ὅν ποτʹ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
8.495 ἀνδρῶν ἐμπλήσας οἵ ῥʹ Ἴλιον ἐξαλάπαξαν .
8.496 αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς ,
8.497 αὐτίκʹ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν ,
8.498 ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν .
8.499 ὣς φάθʹ , δʹ ὁρμηθεὶς θεοῦ ἤρχετο , φαῖνε δʹ ἀοιδήν ,
8.500 ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
8.501 βάντες ἀπέπλειον , πῦρ ἐν κλισίῃσι βαλόντες ,
8.502 Ἀργεῖοι , τοὶ δʹ ἤδη ἀγακλυτὸν ἀμφʹ Ὀδυσῆα
8.503 ἥατʹ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ ·
8.504 αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο .
8.505 ὣς μὲν ἑστήκει