8.299 γίγνωσκον , τʹ οὐκέτι φυκτὰ πέλοντο .
8.300 ἀγχίμολον δέ σφʹ ἦλθε περικλυτὸς ἀμφιγυήεις ,
8.301 αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι ·
8.302 Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον .
8.303 βῆ δʹ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ ·
8.304 ἔστη δʹ ἐν προθύροισι , χόλος δέ μιν ἄγριος ᾕρει ·
8.305 σμερδαλέον δʹ ἐβόησε , γέγωνέ τε πᾶσι θεοῖσιν ·
8.306 Ζεῦ πάτερ ἠδʹ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
8.307 δεῦθʹ , ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε ,
8.308 ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
8.309 αἰὲν ἀτιμάζει , φιλέει δʹ ἀίδηλον Ἄρηα ,
8.310 οὕνεχʹ μὲν καλός τε καὶ ἀρτίπος , αὐτὰρ ἐγώ γε
8.311 ἠπεδανὸς γενόμην . ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος ,
8.312 ἀλλὰ τοκῆε δύω , τὼ μὴ γείνασθαι ὄφελλον .
8.313 ἀλλʹ ὄψεσθʹ , ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
8.314 εἰς ἐμὰ δέμνια βάντες , ἐγὼ δʹ ὁρόων ἀκάχημαι .
8.315 οὐ μέν σφεας ἔτʹ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
8.316 καὶ μάλα περ φιλέοντε · τάχʹ οὐκ ἐθελήσετον ἄμφω
8.317 εὕδειν · ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει ,
8.318 εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα ,
8.319 ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης ,
8.320 οὕνεκά οἱ καλὴ θυγάτηρ , ἀτὰρ οὐκ ἐχέθυμος .
8.321 ὣς ἔφαθʹ , οἱ δʹ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ ·
8.322 ἦλθε Ποσειδάων γαιήοχος , ἦλθʹ ἐριούνης
8.323 Ἑρμείας , ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων .
8.324 θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη .
8.325 ἔσταν δʹ ἐν προθύροισι θεοί , δωτῆρες ἑάων ·
8.326 ἄσβεστος δʹ ἄρʹ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
8.327 τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο .