5.324 ,
5.325 ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʹ αὐτῆς ,
5.326 ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων .
5.327 τὴν δʹ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα .
5.328 ὡς δʹ ὅτʹ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
5.329 ἂμ πεδίον , πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται ,
5.330 ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα ·
5.331 ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι ,
5.332 ἄλλοτε δʹ αὖτʹ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν .
5.333 τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ , καλλίσφυρος Ἰνώ ,
5.334 Λευκοθέη , πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα ,
5.335 νῦν δʹ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς .
5.336 ῥʹ Ὀδυσῆʹ ἐλέησεν ἀλώμενον , ἄλγεʹ ἔχοντα ,
5.337 αἰθυίῃ δʹ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης ,
5.338 ἷζε δʹ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον ·
5.339 κάμμορε , τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
5.340 ὠδύσατʹ ἐκπάγλως , ὅτι τοι κακὰ πολλὰ φυτεύει ;
5.341 οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων .
5.342 ἀλλὰ μάλʹ ὧδʹ ἔρξαι , δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ·
5.343 εἵματα ταῦτʹ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
5.344 κάλλιπʹ , ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
5.345 γαίης Φαιήκων , ὅθι τοι μοῖρʹ ἐστὶν ἀλύξαι .
5.346 τῆ δέ , τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
5.347 ἄμβροτον · οὐδέ τί τοι παθέειν δέος οὐδʹ ἀπολέσθαι .
5.348 αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο ,
5.349 ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
5.350 πολλὸν ἀπʹ ἠπείρου , αὐτὸς δʹ ἀπονόσφι τραπέσθαι .
5.351 ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν ,
5.352 αὐτὴ δʹ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
5.353 αἰθυίῃ ἐικυῖα · μέλαν δέ κῦμα κάλυψεν .
5.354 αὐτὰρ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς ,
5.355 ὀχθήσας