4.243 ἔνι Τρώων , ὅθι πάσχετε πήματʹ Ἀχαιοί .
4.244 αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας ,
4.245 σπεῖρα κάκʹ ἀμφʹ ὤμοισι βαλών , οἰκῆι ἐοικώς ,
4.246 ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν ·
4.247 ἄλλῳ δʹ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε ,
4.248 δέκτῃ , ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν .
4.249 τῷ ἴκελος κατέδυ Τρώων πόλιν , οἱ δʹ ἀβάκησαν
4.250 πάντες · ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα ,
4.251 καί μιν ἀνηρώτων · δὲ κερδοσύνῃ ἀλέεινεν .
4.252 ἀλλʹ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ ,
4.253 ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
4.254 μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʹ ἀναφῆναι ,
4.255 πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʹ ἀφικέσθαι ,
4.256 καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν .
4.257 πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
4.258 ἦλθε μετʹ Ἀργείους , κατὰ δὲ φρόνιν ἤγαγε πολλήν .
4.259 ἔνθʹ ἄλλαι Τρῳαὶ λίγʹ ἐκώκυον · αὐτὰρ ἐμὸν κῆρ
4.260 χαῖρʹ , ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
4.261 ἂψ οἶκόνδʹ , ἄτην δὲ μετέστενον , ἣν Ἀφροδίτη
4.262 δῶχʹ , ὅτε μʹ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης ,
4.263 παῖδά τʹ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
4.264 οὔ τευ δευόμενον , οὔτʹ ἂρ φρένας οὔτε τι εἶδος .
4.265 τὴν δʹ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος ·
4.266 ναὶ δὴ ταῦτά γε πάντα , γύναι , κατὰ μοῖραν ἔειπες .
4.267 ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
4.268 ἀνδρῶν ἡρώων , πολλὴν δʹ ἐπελήλυθα γαῖαν ·
4.269 ἀλλʹ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν ,
4.270 οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ .
4.271 οἷον καὶ τόδʹ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ